Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.323 | Joseph. BJ 2.328 (English) | >>Joseph. BJ 2.333 |
2.326τοῦτο ἦν σύνθημα κατʼ αὐτῶν δεδομένον · αὐτίκα γοῦν οἱ στρατιῶται περισχόντες αὐτοὺς ἔπαιον ξύλοις , καὶ φεύγοντας οἱ ἱππεῖς καταδιώκοντες συνεπάτουν . ἔπιπτον δὲ πολλοὶ μὲν ὑπὸ Ῥωμαίων τυπτόμενοι , πλείους δʼ ὑπʼ ἀλλήλων βιαζόμενοι .
2.327δεινὸς δὲ περὶ τὰς πύλας ὠθισμὸς ἦν , καὶ φθάνειν ἑκάστου σπεύδοντος βραδυτέρα μὲν ἡ φυγὴ πᾶσιν ἐγίνετο , τῶν δὲ σφαλέντων
-- -- συνέπιπτον δὲ καὶ στρατιῶται παίοντες ἀνέδην τοὺς καταλαμβανομένους καὶ διὰ τῆς Βεθεζὰ καλουμένης ἀνεώθουν τὸ πλῆθος βιαζόμενοι παρελθεῖν καὶ κρατῆσαι τοῦ τε ἱεροῦ καὶ τῆς Ἀντωνίας · ὧν καὶ Φλῶρος ἐφιέμενος ἐξῆγε τῆς βασιλικῆς αὐλῆς τοὺς σὺν αὐτῷ καὶ πρὸς τὸ φρούριον ἐλθεῖν ἠγωνίζετο .
2.329διήμαρτέν γε μὴν τῆς ἐπιβολῆς · ὁ γὰρ δῆμος ἄντικρυς ἐπιστραφεὶς εἶργεν τῆς ὁρμῆς , καὶ διαστάντες ἐπὶ τῶν τεγῶν τοὺς Ῥωμαίους ἔβαλλον . καταπονούμενοι δὲ τοῖς ὕπερθεν βέλεσιν καὶ διακόψαι τὸ τοὺς στενωποὺς ἐμφράξαν πλῆθος ἀσθενήσαντες ἀνεχώρουν εἰς τὸ πρὸς τοῖς βασιλείοις στρατόπεδον .
2.330
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.323 | Joseph. BJ 2.328 (English) | >>Joseph. BJ 2.333 |